自省録:第1巻
1 Παρὰ τοῦ πάππου Οὐήρου τὸ καλόηθες καὶ ἀόργητον.
祖父ウェルス(Οὐήρου)からは善良さと無怒(を受け継いだ)
Παρὰ;前置詞、対格「〜の近くに」、属格「〜から」、与格「〜によって」)
πάππου;名詞(第二変化・男性)、πάππος ου ὀの属格、「パパ(父)」
καλόηθες;形容詞(第三変化)
- 語根と意味:
- 語根: καλοήθης (καλός ή όν = 良い, ἦθος ους τό= 性質、性格)
- 意味: 善良な、親切な、立派な性格の
- 形態:
- 「καλόηθες」は「καλοήθης」の中性単数主格および対格形です。
- 「καλοήθης」は第3変化形容詞であり、「-ής, -ές」で終わる形容詞の一種です。
- 定冠詞”τὸ” がついて、形容詞が名詞化され対格(〜を)と解釈すると文脈から動詞「受け継いだ」を付け加えて訳します。
- 活用:
単数 | 複数 | |
---|---|---|
男性 | καλοήθης | καλοήθεις |
女性 | καλοήθης | καλοήθεις |
中性 | καλοήθες | καλοήθη |
- 主格: καλόηθες(単数)、καλοήθη(複数)
- 対格: καλόηθες(単数)、καλοήθη(複数)
- 属格: καλοήθους(単数)、καλοήθων(複数)
- 与格: καλοήθει(単数)、καλοήθεσι(複数)
「ἀόργητον」は古典ギリシャ語の形容詞で、「無怒の」「怒らない」「穏やかな」を意味します。以下に文法的な情報を示します。
ἀόργητος, -ον 形容詞(第二変化)
- 語根と意味:
- 語根: ἀ-(否定接頭辞)+ ὀργή ῆς ὴ(怒り)
- 意味: 無怒の、怒りを持たない、穏やかな
- 形態:
- 「ἀόργητος, -ον」は第2変化形容詞で、男性・女性同形と中性形があります。
- 中性単数形の主格または対格
- 活用:
男性・女性 (単数)
活用形 | ||
---|---|---|
主格 | Sg. | ἀόργητος |
対格 | Sg. | ἀόργητον |
属格 | Sg. | ἀοργήτου |
与格 | Sg. | ἀοργήτῳ |
中性 (単数)
活用形 | ||
---|---|---|
主格 | Sg. | ἀόργητον |
対格 | Sg. | ἀόργητον |
属格 | Sg. | ἀοργήτου |
与格 | Sg. | ἀοργήτῳ |
複数形 (男性・女性・中性共通)
活用形 | ||
---|---|---|
主格 | Pl. | ἀόργητοι (m/f), ἀόργητα (n) |
対格 | Pl. | ἀοργήτους (m/f), ἀόργητα (n) |
属格 | Pl. | ἀοργήτων (m/f/n) |
与格 | Pl. | ἀοργήτοις (m/f/n) |
2 Παρὰ τῆς δόξης καὶ μνήμης τῆς περὶτοῦ γεννήσαντος τὸ αἰδῆμον καὶἀρρενικόν.
Παρὰ τῆς μητρὸς τὸ θεοσεβὲς καὶμεταδοτικὸν καὶ ἀφεκτικὸν οὐ μόνοντοῦ κακοποιεῖν, ἀλλὰ καὶ τοῦ ἐπὶἐννοίας γίνεσθαι τοιαύτης· ἔτι δὲ τὸλιτὸν κατὰ τὴν δίαιταν καὶ πόρρω τῆςπλουσιακῆς διαγωγῆς.
Παρὰ τοῦ προπάππου τὸ μὴ εἰςδημοσίας διατριβὰς φοιτῆσαι καὶ τὸἀγαθοῖς διδασκάλοις κατ’ οἶκονχρήσασθαι καὶ τὸ γνῶναι ὅτι εἰς τὰτοιαῦτα δεῖ ἐκτενῶς ἀναλίσκειν.
Παρὰ τοῦ τροφέως τὸ μήτεΠρασιανὸς μήτε Βενετιανὸς μήτεΠαλμουλάριος ἢ Σκουτάριοςγενέσθαι· καὶ τὸ φερέπονον καὶὀλιγοδεές· καὶ τὸ αὐτουργικὸν καὶἀπολύπραγμον· καὶ τὸδυσπρόσδεκτον διαβολῆς.
Παρὰ Διογνήτου τὸ ἀκενόσπουδον·καὶ τὸ ἀπιστητικὸν τοῖς ὑπὸ τῶντερατευομένων καὶ γοήτων περὶἐπῳδῶν καὶ περὶ δαιμόνωνἀποπομπῆς καὶ τῶν τοιούτωνλεγομένοις· καὶ τὸ μὴ ὀρτυγοτροφεῖνμηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι· καὶτὸ ἀνέχεσθαι παρρησίας· καὶ τὸοἰκειωθῆναι φιλοσοφίᾳ καὶ τὸἀκοῦσαι πρῶτον μὲν Βακχείου, εἶταΤανδάσιδος καὶ Μαρκιανοῦ· καὶ τὸγράψαι διαλόγους ἐν παιδί· καὶ τὸσκίμποδος καὶ δορᾶς ἐπιθυμῆσαι καὶὅσα τοιαῦτα τῆς Ἑλληνικῆς ἀγωγῆςἐχόμενα.
Παρὰ Ῥουστίκου τὸ λαβεῖν φαντασίαντοῦ χρῄζειν διορθώσεως καὶθεραπείας τοῦ ἤθους· καὶ τὸ μὴἐκτραπῆναι εἰς ζῆλον σοφιστικόν,μηδὲ τὸ συγγράφειν περὶ τῶνθεωρημάτων, ἢ προτρεπτικὰ λογάριαδιαλέγεσθαι, ἢ φαντασιοπλήκτως τὸνἀσκητικὸν ἢ τὸν ἐνεργητικὸν ἄνδραἐπιδείκνυσθαι·
καὶ τὸ ἀποστῆναι ῥητορικῆς καὶποιητικῆς καὶ ἀστειολογίας· καὶ τὸ μὴἐν στολῇ κατ’ οἶκον περιπατεῖν μηδὲτὰ τοιαῦτα ποιεῖν· καὶ τὸ τὰ ἐπιστόλιαἀφελῶς γράφειν, οἷον τὸ ὑπ̓ αὐτοῦτούτου ἀπὸ Σινοέσσης τῇ μητρί μουγραφέν·
καὶ τὸ πρὸς τοὺς χαλεπήναντας καὶπλημμελήσαντας εὐανακλήτως καὶεὐδιαλλάκτως, ἐπειδὰν τάχιστα αὐτοὶἐπανελθεῖν ἐθελήσωσι, διακεῖσθαι·καὶ τὸ ἀκριβῶς ἀναγινώσκειν καὶ μὴἀρκεῖσθαι περινοοῦντα ὁλοσχερῶςμηδὲ τοῖς περιλαλοῦσι ταχέωςσυγκατατίθεσθαι· καὶ τὸ ἐντυχεῖν τοῖςἘπικτητείοις ὑπομνήμασιν, ὧνοἴκοθεν μετέδωκεν.
Παρὰ Ἀπολλωνίου τὸ ἐλεύθερον καὶἀναμφιβόλως ἀκύβευτον καὶ πρὸςμηδὲν ἄλλο ἀποβλέπειν μηδὲ ἐπ’ὀλίγον ἢ πρὸς τὸν λόγον· καὶ τὸ ἀεὶὅμοιον, ἐν ἀλγηδόσιν ὀξείαις, ἐνἀποβολῇ τέκνου, ἐν μακραῖς νόσοις·καὶ τὸ ἐπὶ παραδείγματος ζῶντος ἰδεῖνἐναργῶς ὅτι δύναται ὁ αὐτὸςσφοδρότατος εἶναι καὶ ἀνειμένος·
καὶ τὸ ἐν ταῖς ἐξηγήσεσι μὴδυσχεραντικόν· καὶ τὸ ἰδεῖν ἄνθρωπονσαφῶς ἐλάχιστον τῶν ἑαυτοῦ καλῶνἡγούμενον τὴν ἐμπειρίαν καὶ τὴνἐντρέχειαν τὴν περὶ τὸ παραδιδόναιτὰ θεωρήματα· καὶ τὸ μαθεῖν πῶς δεῖλαμβάνειν τὰς δοκούσας χάριταςπαρὰ φίλων, μήτε ἐξηττώμενον διὰταῦτα μήτε ἀναισθήτωςπαραπέμποντα.
Παρὰ Σέξτου τὸ εὐμενές· καὶ τὸπαράδειγμα τοῦ οἴκου τοῦπατρονομουμένου· καὶ τὴν ἔννοιαντοῦ κατὰ φύσιν ζῆν· καὶ τὸ σεμνὸνἀπλάστως· καὶ τὸ στοχαστικὸν τῶνφίλων κηδεμονικῶς· καὶ τὸ ἀνεκτικὸντῶν ἰδιωτῶν καὶ τὸ ἀθεώρητονοἰομένων·
καὶ τὸ πρὸς πάντας εὐάρμοστον, ὥστεκολακείας μὲν πάσης προσηνεστέρανεἶναι τὴν ὁμιλίαν αὐτοῦ,αἰδεσιμώτατον δὲ αὐτοῖς ἐκείνοιςπαρ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν εἶναι·καὶ τὸ καταληπτικῶς καὶ ὁδῷἐξευρετικόν τε καὶ τακτικὸν τῶν εἰςβίον ἀναγκαίων δογμάτων·
καὶ τὸ μηδὲ ἔμφασίν ποτε ὀργῆς ἢἄλλου τινὸς πάθους παρασχεῖν, ἀλλὰἅμα μὲν ἀπαθέστατον εἶναι, ἅμα δὲφιλοστοργότατον· καὶ τὸ εὔφημονἀψοφητὶ καὶ τὸ πολυμαθὲςἀνεπιφάντως.
Παρὰ Ἀλεξάνδρου τοῦ γραμματικοῦτὸ ἀνεπίπληκτον καὶ τὸ μὴὀνειδιστικῶς ἐπιλαμβάνεσθαι τῶνβάρβαρον ἢ σόλοικόν τι ἢ ἀπηχὲςπροενεγκαμένων, ἀλλ’ ἐπιδεξίως αὐτὸμόνον ἐκεῖνο ὃ ἔδει εἰρῆσθαιπροφέρεσθαι ἐν τρόπῳ ἀποκρίσεως ἢσυνεπιμαρτυρήσεως ἢ συνδιαλήψεωςπερὶ αὐτοῦ τοῦ πράγματος, οὐχὶ περὶτοῦ ῥήματος, ἢ δι’ ἑτέρας τινὸςτοιαύτης ἐμμελοῦς παρυπομνήσεως.
Παρὰ Φρόντωνος τὸ ἐπιστῆσαι οἵα ἡτυραννικὴ βασκανία καὶ ποικιλία καὶὑπόκρισις, καὶ ὅτι ὡς ἐπίπαν οἱκαλούμενοι οὗτοι παρ’ ἡμῖνεὐπατρίδαι ἀστοργότεροί πως εἰσί.
Παρὰ Ἀλεξάνδρου τοῦ Πλατωνικοῦ τὸμὴ πολλάκις μηδὲ χωρὶς ἀνάγκηςλέγειν πρός τινα ἢ ἐν ἐπιστολῇγράφειν ὅτι ἄσχολός εἰμι, μηδὲ διὰτούτου τοῦ τρόπου συνεχῶςπαραιτεῖσθαι τὰ κατὰ τὰς πρὸς τοὺςσυμβιοῦντας σχέσεις καθήκοντα,προβαλλόμενον τὰ περιεστῶταπράγματα.
Παρὰ Κατούλου τὸ μὴ ὀλιγώρως ἔχεινφίλου αἰτιωμένου τι, κἂν τύχῃ ἀλόγωςαἰτιώμενος, ἀλλὰ πειρᾶσθαι καὶἀποκαθιστάναι ἐπὶ τὸ σύνηθες· καὶ τὸπερὶ τῶν διδασκάλων ἐκθύμωςεὔφημον, οἷα τὰ περὶ Δομιτίου καὶἈθηνοδότου ἀπομνημονευόμενα· καὶτὸ περὶ τὰ τέκνα ἀληθινῶςἀγαπητικόν.
Παρὰ τοῦ ἀδελφοῦ μου Σεουήρου τὸφιλοίκειον καὶ φιλάληθες καὶφιλοδίκαιον· καὶ τὸ δι’ αὐτοῦ γνῶναιΘρασέαν, Ἑλβίδιον, Κάτωνα, Δίωνα,Βροῦτον, καὶ φαντασίαν λαβεῖνπολιτείας ἰσονόμου, κατ’ ἰσότητα καὶἰσηγορίαν διοικουμένης, καὶ βασιλείαςτιμώσης πάντων μάλιστα τὴνἐλευθερίαν τῶν ἀρχομένων·
καὶ ἔτι παρὰ τοῦ αὐτοῦ τὸ ὁμαλὲς καὶὁμότονον ἐν τῇ τιμῇ τῆς · καὶ τὸεὐποιητικὸν καὶ τὸ εὐμετάδοτονἐκτενῶς καὶ τὸ εὔελπι καὶ τὸπιστευτικὸν περὶ τοῦ ὑπὸ τῶν φίλωνφιλεῖσθαι· καὶ τὸ ἀνεπίκρυπτον πρὸςτοὺς καταγνώσεως ὑπ’ αὐτοῦτυγχάνοντας· καὶ τὸ μὴ δεῖσθαιστοχασμοῦ τοὺς φίλους αὐτοῦ περὶτοῦ τί θέλει ἢ τί οὐ θέλει, ἀλλὰ δῆλονεἶναι.
Παρὰ Μαξίμου τὸ κρατεῖν ἑαυτοῦ καὶκατὰ μηδὲν περίφορον εἶναι· καὶ τὸεὔθυμον ἔν τε ταῖς ἄλλαιςπεριστάσεσι καὶ ἐν ταῖς νόσοις· καὶ τὸεὔκρατον τοῦ ἤθους καὶ μειλίχιον καὶγεραρόν· καὶ τὸ οὐ σχετλίωςκατεργαστικὸν τῶν προκειμένων·
καὶ τὸ πάντας αὐτῷ πιστεύειν περὶ ὧνλέγοι ὅτι οὕτως φρονεῖ, καὶ περὶ ὧνπράττοι ὅτι οὐ κακῶς πράττει. καὶ τὸἀθαύμαστον καὶ ἀνέκπληκτον καὶμηδαμοῦ ἐπειγόμενον ἢ ὀκνοῦν ἢἀμηχανοῦν ἢ κατηφὲς ἢπροσσεσηρός, ἢ πάλιν θυμούμενον ἢὑφορώμενον·
καὶ τὸ εὐεργετικὸν καὶ τὸσυγγνωμονικὸν καὶ τὸ ἀψευδές· καὶ τὸἀδιαστρόφου μᾶλλον ἢ διορθουμένουφαντασίαν παρέχειν· καὶ ὅτι οὔτεᾠήθη ἄν ποτέ τις ὑπερορᾶσθαι ὑπ’αὐτοῦ οὔτε ὑπέμεινεν ἂν κρείττονααὐτοῦ αὑτὸν ὑπολαβεῖν· καὶ τὸεὐχαριεντίζεσθαι.
Παρὰ τοῦ πατρὸς τὸ ἥμερον καὶμενετικὸν ἀσαλεύτως ἐπὶ τῶνἐξητασμένως κριθέντων· καὶ τὸἀκενόδοξον περὶ τὰς δοκούσας τιμάς·καὶ τὸ φιλόπονον καὶ ἐνδελεχές· καὶτὸ ἀκουστικὸν τῶν ἐχόντων τικοινωφελὲς εἰσφέρειν· καὶ τὸἀπαρατρέπτως τοῦ κατ’ ἀξίανἀπονεμητικὸν ἑκάστῳ· καὶ τὸἔμπειρον ποῦ μὲν χρεία ἐντάσεως,ποῦ δὲ ἀνέσεως·
καὶ τὸ παῦσαι τὰ περὶ τοὺς ἔρωταςτῶν· μειρακίων· καὶ ἡ κοινονοημοσύνηκαὶ τὸ ἐφεῖσθαι τοῖς φίλοις μήτεσυνδειπνεῖν αὐτῷ πάντως μήτεσυναποδημεῖν ἐπάναγκες, ἀεὶ δὲὅμοιον αὐτὸν καταλαμβάνεσθαι ὑπὸτῶν διὰ χρείας τινὰς ἀπολειφθέντων·καὶ τὸ ζητητικὸν ἀκριβῶς ἐν τοῖςσυμβουλίοις καὶ ἐπίμονον, ἀλλ’ οὐ τὸπροαπέστη τῆς ἐρεύνης, ἀρκεσθεὶςταῖς προχείροις φαντασίαις· καὶ τὸδιατηρητικὸν τῶν φίλων καὶ μηδαμοῦἁψίκορον μηδὲ ἐπιμανές· καὶ τὸαὔταρκες ἐν παντὶ καὶ τὸ φαιδρόν·
καὶ τὸ πόρρωθεν προνοητικὸν καὶ τῶνἐλαχίστων προδιοικητικὸνἀτραγῴδως· καὶ τὸ τὰς ἐπιβοήσεις καὶπᾶσαν κολακείαν ἐπ’ αὐτοῦσυσταλῆναν καὶ τὸ φυλακτικὸν ἀεὶτῶν ἀναγκαίων τῇ ἀρχῇ καὶταμιευτικὸν τῆς χορηγίας καὶὑπομενετικὸν τῆς ἐπὶ τῶν τοιούτωντινῶν καταιτιάσεως· καὶ τὸ μήτε περὶθεοὺς δεισίδαιμον μήτε περὶἀνθρώπους δημοκοπικὸν ἢἀρεσκευτικὸν ἢ ὀχλοχαρές, ἀλλὰνῆφον ἐν πᾶσι καὶ βέβαιον καὶμηδαμοῦ ἀπειρόκαλον μηδὲκαινοτόμον·
καὶ τὸ τοῖς εἰς εὐμάρειαν βίου φέρουσίτι, ὧν ἡ τύχη παρεῖχε δαψίλειαν,χρηστικὸν ἀτύφως ἅμα καὶἀπροφασίστως, ὥστε παρόντων μὲνἀνεπιτηδεύτως ἅπτεσθαι, ἀπόντων δὲμὴ δεῖσθαι· καὶ τὸ μηδὲ ἄν τινα εἰπεῖνμήτε ὅτι σοφιστὴς μήτε ὅτιοὐερνάκλος μήτε ὅτι σχολαστικός,ἀλλ’ ὅτι ἀνὴρ πέπειρος, τέλειος,ἀκολάκευτος, προεστάναι δυνάμενοςκαὶ τῶν ἑαυτοῦ καὶ ἄλλων.
πρὸς τούτοις δὲ καὶ τὸ τιμητικὸν τῶνἀληθῶς φιλοσοφούντων, τοῖς δὲἄλλοις οὐκ ἐξονειδιστικὸν οὐδὲ μὴνεὐπαράγωγον ὑπ’ αὐτῶν· ἔτι δὲ τὸεὐόμιλον καὶ εὔχαρι οὐ κατακόρως·καὶ τὸ τοῦ ἰδίου σώματοςἐπιμελητικὸν ἐμμέτρως, οὔτε ὡς ἄντις φιλόζωος οὔτε πρὸς καλλωπισμὸνοὔτε μὴν ὀλιγώρως, ἀλλ’ ὥστε διὰ τὴνἰδίαν προσοχὴν εἰς ὀλίγιστα ἰατρικῆςχρῄζειν ἢ φαρμάκων καὶ ἐπιθεμάτωνἐκτός·
μάλιστα δὲ τὸ παραχωρητικὸνἀβασκάνως τοῖς δύναμίν τινακεκτημένοις, οἷον τὴν φραστικὴν ἢτὴν ἐξ ἱστορίας νόμων ἢ ἐθῶν ἢἄλλων τινῶν πραγμάτων, καὶσυσπουδαστικὸν αὐτοῖς, ἵνα ἕκαστοικατὰ τὰ ἴδια προτερήματαεὐδοκιμῶσι· πάντα δὲ κατὰ τὰ πάτριαπράσσων, οὐδὲ αὐτὸ τοῦτοἐπιτηδεύων φαίνεσθαι, τὸ τὰ πάτριαφυλάσσειν.
ἔτι δὲ τὸ μὴ εὐμετακίνητον καὶῥιπταστικόν, ἀλλὰ καὶ τόποις καὶπράγμασι τοῖς αὐτοῖς ἐνδιατριπτικόν·καὶ τὸ μετὰ τοὺς παροξυσμοὺς τῆςκεφαλαλγίας νεαρὸν εὐθὺς καὶἀκμαῖον πρὸς τὰ συνήθη ἔργα· καὶ τὸμὴ εἶναι αὐτῷ πολλὰ τὰ ἀπόρρητα,ἀλλ’ ὀλίγιστα καὶ σπανιώτατα καὶταῦτα ὑπὲρ τῶν κοινῶν μόνων· καὶ τὸἔμφρον καὶ μεμετρημένον ἔν τεθεωριῶν ἐπιτελέσει καὶ ἔργωνκατασκευαῖς καὶ διανομαῖς καὶ τοῖςτοιούτοις, ὅ ἐστιν ἀνθρώπου πρὸςαὐτὸ τὸ δέον πραχθῆναι δεδορκότος,οὐ πρὸς τὴν ἐπὶ τοῖς πραχθεῖσινεὐδοξίαν.
οὐκ ἀωρὶ λούστης, οὐχὶ φιλοικοδόμος,οὐ περὶ τὰς ἐδωδὰς ἐπινοητής, οὐπερὶ ἐσθήτων ὑφὰς καὶ χρόας, οὐ περὶσωμάτων ὥρας. ἡ ἀπὸ Λωρίου στολὴἀνάγουσα ἀπὸ τῆς κάτω ἐπαύλεως·χιτὼν ἐν Λανουβίῳ τὰ πολλά· τῷφελώνῃ ἐν Τούσκλοις παραιτουμένῳὡς ἐχρήσατο καὶ πᾶς ὁ τοιοῦτοςτρόπος.
οὐδὲν ἀπηνὲς οὐδὲ μὴν ἀδυσώπητονοὐδὲ λάβρον οὐδὲ ὥστ’ ἄν τινα εἰπεῖνποτε· ἕως ἱδρῶτος· ἀλλὰ πάνταδιειλημμένα λελογίσθαι ὡς ἐπὶσχολῆς, ἀταράχως, τεταγμένως,ἐρρωμένως, συμφώνως ἑαυτοῖς.ἐφαρμόσειε δ’ ἂν αὐτῷ τὸ περὶ τοῦΣωκράτους μνημονευόμενον, ὅτι καὶἀπέχεσθαι καὶ ἀπολαύειν ἐδύνατοτούτων, ὧν οἱ πολλοὶ πρός τε τὰςἀποχὰς ἀσθενῶς καὶ πρὸς τὰςἀπολαύσεις ἐνδοτικῶς ἔχουσι.
τὸ δὲ ἰσχύειν καὶ ἐγκαρτερεῖν καὶἐννήφειν ἑκατέρῳ ἀνδρός ἐστινἄρτιον καὶ ἀήττητον ψυχὴν ἔχοντος,οἷον ἐν τῇ νόσῳ τῇ Μαξίμου.
Παρὰ τῶν θεῶν τὸ ἀγαθοὺς πάππους,ἀγαθοὺς γονέας, ἀγαθὴν ἀδελφήν,ἀγαθοὺς διδασκάλους, ἀγαθοὺςοἰκείους, συγγενεῖς, φίλους σχεδὸνἅπαντας ἔχειν· καὶ ὅτι περὶ οὐδένααὐτῶν προέπεσον πλημμελῆσαί τι,καίτοι διάθεσιν ἔχων τοιαύτην, ἀφ’ ἧς,εἰ ἔτυχε, κἂν ἔπραξά τι τοιοῦτο· τῶνθεῶν δὲ εὐποιία τὸ μηδεμίανσυνδρομὴν πραγμάτων γενέσθαι, ἥτιςἔμελλέ με ἐλέγξειν.
καὶ τὸ μὴ ἐπὶ πλέον τραφῆναι παρὰτῇ παλλακῇ τοῦ πάππου καὶ τὸ τὴνὥραν διασῶσαι καὶ τὸ μὴ πρὸ ὥραςἀνδρωθῆναι, ἀλλ’ ἔτι καὶ ἐπιλαβεῖντοῦ χρόνου.
τὸ ἄρχοντι καὶ πατρὶ ὑποταχθῆναι, ὃςἔμελλε πάντα τὸν τῦφον ἀφαιρήσεινμου καὶ εἰς ἔννοιαν ἄξειν τοῦ ὅτιδυνατόν ἐστιν ἐν αὐλῇ βιοῦντα μήτεδορυφορήσεων χρῄζειν μήτε ἐσθήτωνσημειωδῶν μήτε λαμπάδων καὶἀνδριάντων τοιῶνδέ τινων καὶ τοῦὁμοίου κόμπου, ἀλλ̓ ἔξεστιν ἐγγυτάτωἰδιώτου συστέλλειν ἑαυτὸν καὶ μὴ διὰτοῦτο ταπεινότερον ἢ ῥᾳθυμότερονἔχειν πρὸς τὰ ὑπὲρ τῶν κοινῶνἡγεμονικῶς πραχθῆναι δέοντα.
τὸ ἀδελφοῦ τοιούτου τυχεῖν,δυναμένου μὲν διὰ ἤθους ἐπεγεῖραί μεπρὸς ἐπιμέλειαν ἐμαυτοῦ, ἅμα δὲ καὶτιμῇ καὶ στοργῇ εὐφραίνοντός με· τὸπαιδία μοι ἀφυῆ μὴ γενέσθαι μηδὲκατὰ τὸ σωμάτιον διάστροφα. τὸ μὴἐπὶ πλέον με προκόψαι ἐν ῥητορικῇκαὶ ποιητικῇ καὶ τοῖς ἄλλοιςἐπιτηδεύμασιν, ἐν οἷς ἴσως ἂνκατεσχέθην, εἰ ᾐσθόμην ἐμαυτὸνεὐόδως προιόντα.
τὸ φθάσαι τοὺς τροφέας ἐν ἀξιώματικαταστῆσαι, οὗ δὴ ἐδόκουν μοιἐπιθυμεῖν, καὶ μὴ ἀναβαλέσθαι ἐλπίδιτοῦ με, ἐπεὶ νέοι ἔτι ἦσαν, ὕστεροναὐτὸ πράξειν. τὸ γνῶναι Ἀπολλώνιον,Ῥούστικον, Μάξιμον.
τὸ φαντασθῆναι περὶ τοῦ κατὰ φύσινβίου ἐναργῶς καὶ πολλάκις οἷός τίςἐστιν, ὥστε, ὅσον ἐπὶ τοῖς θεοῖς καὶταῖς ἐκεῖθεν διαδόσεσι καὶ συλλήψεσικαὶ ἐπιπνοίαις, μηδὲν κωλύειν ἤδηκατὰ φύσιν ζῆν με, ἀπολείπεσθαι δὲἔτι τούτου παρὰ τὴν ἐμὴν αἰτίαν καὶπαρὰ τὸ μὴ διατηρεῖν τὰς ἐκ τῶνθεῶν ὑπομνήσεις καὶ μονονουχὶδιδασκαλίας·
τὸ ἀντισχεῖν μοι τὸ σῶμα ἐπὶτοσοῦτον ἐν τοιούτῳ βίῳ· τὸ μήτεΒενεδίκτης ἅψασθαι μήτε Θεοδότου,ἀλλὰ καὶ ὕστερον ἐν ἐρωτικοῖς πάθεσιγενόμενον ὑγιᾶναι· τὸ χαλεπήνανταπολλάκις Ῥουστίκῳ μηδὲν πλέονπρᾶξαι, ἐφ’ ᾧ ἂν μετέγνων· τὸμέλλουσαν νέαν τελευτᾶν τὴντεκοῦσαν ὅμως οἰκῆσαι μετ’ ἐμοῦ τὰτελευταῖα ἔτη.
τὸ ὁσάκις ἐβουλήθην ἐπικουρῆσαί τινιπενομένῳ ἢ εἰς ἄλλο τι χρῄζοντι,μηδέποτε ἀκοῦσαί με, ὅτι οὐκ ἔστι μοιχρήματα, ὅθεν γένηται, καὶ τὸ αὐτῷἐμοὶ χρείαν ὁμοίαν, ὡς παρ’ ἑτέρουμεταλαβεῖν, μὴ συμπεσεῖν· τὸ τὴνγυναῖκα τοιαύτην εἶναι, οὑτωσὶ μὲνπειθήνιον, οὕτω δὲ φιλόστοργον,οὕτω δὲ ἀφελῆ· τὸ ἐπιτηδείωντροφέων εἰς τὰ παιδία εὐπορῆσαι.
τὸ δι’ ὀνειράτων βοηθήματα δοθῆναιἄλλα τε καὶ ὡς μὴ πτύειν αἷμα καὶ μὴἰλιγγιᾶν, καὶ τούτου ἐν Καιήτῃ ὥσπερχρήσῃ· τὸ ὅπως ἐπεθύμησαφιλοσοφίας, μὴ ἐμπεσεῖν εἴς τινασοφιστὴν μηδὲ ἀποκαθίσαι ἐπὶ τὸσυγγράφειν ἢ συλλογισμοὺς ἀναλύεινἢ περὶ τὰ μετεωρολογικὰκαταγίνεσθαι. πάντα γὰρ ταῦτα ʽθεῶνβοηθῶν καὶ τύχης δεῖται.ʼ
Τὰ ἐν Κουάδοις πρὸς τῷ Γρανούᾳ.