Xenophon, Anabasis
Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο,πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲΚῦρος· ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευετελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρωπαρεῖναι.
ダレイオスとパリュサティスには二人の子がいた。長男はアルタクセルクセス、次男はキュロスである。ダレイオスが病に倒れ、死期が近いと感じたとき、彼は両方の子供たちが傍にいることを望んだ。
ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε· Κῦρονδὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸνσατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸνἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίονἁθροίζονται. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼνΤισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλήνων ἔχωνὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶνΞενίαν Παρράσιον.
長男はすでにその場にいたが、キュロスは呼び寄せられた。彼は、サトラップ(総督)に任命されていた地方から呼び戻されたのだ。また、ダレイオスは彼をカストロス平原に集まる全軍の指揮官に任命していた。そこで、キュロスは友人としてティッサフェルネスを連れて上京し、さらにギリシャ人の重装歩兵300人を伴い、彼らの指揮官はパルラスのクセニアスであった。
ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴνβασιλείαν Ἀρταξέρξης, Τισσαφέρνης διαβάλλειτὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοιαὐτῷ. ὁ δὲ πείθεται καὶ συλλαμβάνει Κῦρον ὡςἀποκτενῶν· ἡ δὲ μήτηρ ἐξαιτησαμένη αὐτὸνἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν.
ὁ δʼ ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθείς,βουλεύεται ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷἀδελφῷ, ἀλλά, ἢν δύνηται, βασιλεύσει ἀντʼἐκείνου. Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷΚύρῳ, φιλοῦσα αὐτὸν μᾶλλον ἢ τὸν βασιλεύονταἈρταξέρξην.
ὅστις δʼ ἀφικνεῖτο τῶν παρὰ βασιλέως πρὸςαὐτὸν πάντας οὕτω διατιθεὶς ἀπεπέμπετο ὥστεαὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τῶν παρʼἑαυτῷ δὲ βαρβάρων ἐπεμελεῖτο ὡς πολεμεῖν τεἱκανοὶ εἴησαν καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ.